Znaleziono 30029 Wyniki dla: Οὐ
καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος ἐκεῖ (Deuteronômio 28, 37)
ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ (Deuteronômio 28, 39)
ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου καὶ ἔλαιον οὐ χρίσῃ ὅτι ἐκρυήσεται ἡ ἐλαία σου (Deuteronômio 28, 40)
υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ (Deuteronômio 28, 41)
πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρυσίβη (Deuteronômio 28, 42)
οὗτος δανιεῖ σοι σὺ δὲ τούτῳ οὐ δανιεῖς οὗτος ἔσται κεφαλή σὺ δὲ ἔσῃ οὐρά (Deuteronômio 28, 44)
καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐνετείλατό σοι (Deuteronômio 28, 45)
καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα καὶ ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος (Deuteronômio 28, 46)
ἀνθ’ ὧν οὐκ ἐλάτρευσας κυρίῳ τῷ θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ καρδίᾳ διὰ τὸ πλῆθος πάντων (Deuteronômio 28, 47)
καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου ἕως ἂν ἐξολεθρεύσῃ σε (Deuteronômio 28, 48)
ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ’ ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ ἔθνος ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ (Deuteronômio 28, 49)
ἔθνος ἀναιδὲς προσώπῳ ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει (Deuteronômio 28, 50)