Znaleziono 30029 Wyniki dla: Οὐ
λέγει οὗν αὐτοῖς ὁ ἰησοῦς, ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. (São João 7, 6)
οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. (São João 7, 7)
ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. (São João 7, 8)
ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ [ὡς] ἐν κρυπτῶ. (São João 7, 10)
οἱ οὗν ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, ποῦ ἐστιν ἐκεῖνος; (São João 7, 11)
καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. (São João 7, 12)
οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ἰουδαίων. (São João 7, 13)
ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. (São João 7, 14)
ἐθαύμαζον οὗν οἱ ἰουδαῖοι λέγοντες, πῶς οὖτος γράμματα οἶδεν μὴ μεμαθηκώς; (São João 7, 15)
ἀπεκρίθη οὗν αὐτοῖς [ὁ] ἰησοῦς καὶ εἶπεν, ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· (São João 7, 16)
ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. (São João 7, 17)
ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὖτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῶ οὐκ ἔστιν. (São João 7, 18)