Mosaico decorativo

Znaleziono 30029 Wyniki dla: Οὐ

  • καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῶ σίμωνι ἔφη, βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν. (São Lucas 7, 44)

  • φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. (São Lucas 7, 45)

  • ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. (São Lucas 7, 46)

  • οὖ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. (São Lucas 7, 47)

  • εἶπεν δὲ αὐτῇ, ἀφέωνταί σου αἱ ἁμαρτίαι. (São Lucas 7, 48)

  • καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, τίς οὖτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; (São Lucas 7, 49)

  • εἶπεν δὲ πρὸς τὴν γυναῖκα, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην. (São Lucas 7, 50)

  • καὶ ἐγένετο ἐν τῶ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῶ, (São Lucas 8, 1)

  • καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, μαρία ἡ καλουμένη μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, (São Lucas 8, 2)

  • καὶ ἰωάννα γυνὴ χουζᾶ ἐπιτρόπου ἡρῴδου καὶ σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς. (São Lucas 8, 3)

  • συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς, (São Lucas 8, 4)

  • ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῶ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. (São Lucas 8, 5)


"Rezai e continuai a rezar para não ficardes entorpecidos". São Padre Pio de Pietrelcina