Znaleziono 17880 Wyniki dla: Οἱ
λέγει αὐτῶ πάλιν δεύτερον, σίμων ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῶ, ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῶ, ποίμαινε τὰ πρόβατά μου. (São João 21, 16)
λέγει αὐτῶ τὸ τρίτον, σίμων ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ πέτρος ὅτι εἶπεν αὐτῶ τὸ τρίτον, φιλεῖς με; καὶ λέγει αὐτῶ, κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῶ [ὁ ἰησοῦς], βόσκε τὰ πρόβατά μου. (São João 21, 17)
ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. (São João 21, 18)
τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῶ, ἀκολούθει μοι. (São João 21, 19)
λέγει αὐτῶ ὁ ἰησοῦς, ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. (São João 21, 22)
οὖτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν. (São João 21, 24)
ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. (São João 21, 25)
τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν (Atos dos Apóstolos 1, 1)
ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· (Atos dos Apóstolos 1, 2)
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. (Atos dos Apóstolos 1, 3)
καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· (Atos dos Apóstolos 1, 4)
οἱ μὲν οὗν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες, κύριε, εἰ ἐν τῶ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῶ ἰσραήλ; (Atos dos Apóstolos 1, 6)