Znaleziono 17880 Wyniki dla: Οἱ
καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῶ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῶ, προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον. (São Marcos 14, 65)
ὁ δὲ ἠρνήσατο λέγων, οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον [· καὶ ἀλέκτωρ ἐφώνησεν]. (São Marcos 14, 68)
καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι οὖτος ἐξ αὐτῶν ἐστιν. (São Marcos 14, 69)
ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῶ πέτρῳ, ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ γαλιλαῖος εἶ. (São Marcos 14, 70)
ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. (São Marcos 14, 71)
καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν πιλάτῳ. (São Marcos 15, 1)
καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. (São Marcos 15, 3)
κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο. (São Marcos 15, 6)
ἦν δὲ ὁ λεγόμενος βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. (São Marcos 15, 7)
καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς. (São Marcos 15, 8)
ὁ δὲ πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων; (São Marcos 15, 9)
ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. (São Marcos 15, 10)