Mosaico decorativo

Znaleziono 5241 Wyniki dla: Μου

  • καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιεζεκιηλ υἱὸν Βουζι τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου (Ezequiel 1, 3)

  • ὡς ὅρασις τόξου ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου καὶ εἶδον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα φωνὴν λαλοῦντος (Ezequiel 1, 28)

  • καὶ ἦλθεν ἐπ’ ἐμὲ πνεῦμα καὶ ἀνέλαβέν με καὶ ἐξῆρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με (Ezequiel 2, 2)

  • καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν διότι οἶκος παραπικραίνων ἐστίν (Ezequiel 2, 7)

  • καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμοῦ καὶ ἐν αὐτῇ γεγραμμένα ἦν τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν καὶ ἐγέγραπτο εἰς αὐτὴν θρῆνος καὶ μέλος καὶ οὐαί (Ezequiel 2, 10)

  • καὶ διήνοιξα τὸ στόμα μου καὶ ἐψώμισέν με τὴν κεφαλίδα (Ezequiel 3, 2)

  • καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ καὶ ἔφαγον αὐτήν καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον (Ezequiel 3, 3)

  • καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἶκον τοῦ Ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς (Ezequiel 3, 4)

  • ὁ δὲ οἶκος τοῦ Ισραηλ οὐ μὴ θελήσωσιν εἰσακοῦσαί σου διότι οὐ βούλονται εἰσακούειν μου ὅτι πᾶς ὁ οἶκος Ισραηλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι (Ezequiel 3, 7)

  • καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ (Ezequiel 3, 12)

  • καὶ εἶδον φωνὴν πτερύγων τῶν ζῴων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν καὶ φωνὴ τοῦ σεισμοῦ (Ezequiel 3, 13)

  • καὶ τὸ πνεῦμα ἐξῆρέν με καὶ ἀνέλαβέν με καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου καὶ χεὶρ κυρίου ἐγένετο ἐπ’ ἐμὲ κραταιά (Ezequiel 3, 14)


"Ouço interiormente uma voz que constantemente me diz: Santifique-se e santifique!" São Padre Pio de Pietrelcina