Mosaico decorativo

Znaleziono 5241 Wyniki dla: Μου

  • ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν (I Macabeus 10, 52)

  • νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ ὅτι μετ’ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων (I Macabeus 10, 71)

  • καὶ ἐπορεύθη Ιωναθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ (I Macabeus 11, 7)

  • ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς (I Macabeus 11, 8)

  • καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν εἶχεν Ἀλέξανδρος καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου (I Macabeus 11, 9)

  • μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου ἐζήτησεν γὰρ ἀποκτεῖναί με (I Macabeus 11, 10)

  • καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ (I Macabeus 11, 19)

  • ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αφαιρεμα καὶ Λυδδα καὶ Ραθαμιν προσετέθησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ’ αὐτῶν τὸ πρότερον κατ’ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων (I Macabeus 11, 34)

  • καὶ ἀπέστειλεν Ιωναθαν πρὸς Δημήτριον τὸν βασιλέα ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν ἦσαν γὰρ πολεμοῦντες τὸν Ισραηλ (I Macabeus 11, 41)

  • νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας οἳ συμμαχήσουσίν μοι ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου (I Macabeus 11, 43)

  • δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν (I Macabeus 11, 50)

  • καὶ ἐξῆλθεν Ιωναθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν καὶ ἦλθεν εἰς Ἀσκαλῶνα καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως (I Macabeus 11, 60)


"Vive-se de fé, não de sonhos." São Padre Pio de Pietrelcina