Mosaico decorativo

Znaleziono 11999 Wyniki dla: Με

  • πρωΐας δὲ ἤδη γενομένης ἔστη ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ἰησοῦς ἐστιν. (São João 21, 4)

  • ὁ δὲ εἶπεν αὐτοῖς, βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὗν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. (São João 21, 6)

  • ὡς οὗν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. (São João 21, 9)

  • ἀνέβη οὗν σίμων πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. (São João 21, 11)

  • ὅτε οὗν ἠρίστησαν λέγει τῶ σίμωνι πέτρῳ ὁ ἰησοῦς, σίμων ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῶ, ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῶ, βόσκε τὰ ἀρνία μου. (São João 21, 15)

  • λέγει αὐτῶ πάλιν δεύτερον, σίμων ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῶ, ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῶ, ποίμαινε τὰ πρόβατά μου. (São João 21, 16)

  • λέγει αὐτῶ τὸ τρίτον, σίμων ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ πέτρος ὅτι εἶπεν αὐτῶ τὸ τρίτον, φιλεῖς με; καὶ λέγει αὐτῶ, κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῶ [ὁ ἰησοῦς], βόσκε τὰ πρόβατά μου. (São João 21, 17)

  • λέγει αὐτῶ ὁ ἰησοῦς, ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. (São João 21, 22)

  • ἐξῆλθεν οὗν οὖτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. οὐκ εἶπεν δὲ αὐτῶ ὁ ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ᾽, ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι [, τί πρὸς σέ]; (São João 21, 23)

  • οὖτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν. (São João 21, 24)

  • ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. (São João 21, 25)

  • τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν (Atos dos Apóstolos 1, 1)


"Quanto mais se caminha na vida espiritual, mais se sente a paz que se apossa de nós." São Padre Pio de Pietrelcina