Znaleziono 27855 Wyniki dla: Καὶ
ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τῷ Γοθονιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες (I Crônicas 27, 15)
καὶ ἐπὶ τῶν φυλῶν Ισραηλ τῷ Ρουβην ἡγούμενος Ελιεζερ ὁ τοῦ Ζεχρι τῷ Συμεων Σαφατιας ὁ τοῦ Μααχα (I Crônicas 27, 16)
καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ (I Crônicas 27, 23)
καὶ Ιωαβ ὁ τοῦ Σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ (I Crônicas 27, 24)
καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ασμωθ ὁ τοῦ Ωδιηλ καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναθαν ὁ τοῦ Οζιου (I Crônicas 27, 25)
καὶ ἐπὶ τῶν χωρίων Σεμεϊ ὁ ἐκ Ραμα καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι ὁ τοῦ Σεφνι (I Crônicas 27, 27)
καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας ὁ Γεδωρίτης ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας (I Crônicas 27, 28)
καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις ὁ Σαρωνίτης καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ ὁ τοῦ Αδλι (I Crônicas 27, 29)
καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ ὁ Αγαρίτης πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως (I Crônicas 27, 31)
καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ Ιιηλ ὁ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως (I Crônicas 27, 32)
καὶ Αχιτοφελ σύμβουλος τοῦ βασιλέως καὶ Χουσι πρῶτος φίλος τοῦ βασιλέως (I Crônicas 27, 33)
καὶ μετὰ τοῦτον Αχιτοφελ ἐχόμενος Ιωδαε ὁ τοῦ Βαναιου καὶ Αβιαθαρ καὶ Ιωαβ ἀρχιστράτηγος τοῦ βασιλέως (I Crônicas 27, 34)