Mosaico decorativo

Znaleziono 27855 Wyniki dla: Καὶ

  • καὶ εὑρών τινα ἰουδαῖον ὀνόματι ἀκύλαν, ποντικὸν τῶ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς ἰταλίας καὶ πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι κλαύδιον χωρίζεσθαι πάντας τοὺς ἰουδαίους ἀπὸ τῆς ῥώμης, προσῆλθεν αὐτοῖς, (Atos dos Apóstolos 18, 2)

  • καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ ἠργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. (Atos dos Apóstolos 18, 3)

  • διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε ἰουδαίους καὶ ἕλληνας. (Atos dos Apóstolos 18, 4)

  • ὡς δὲ κατῆλθον ἀπὸ τῆς μακεδονίας ὅ τε σιλᾶς καὶ ὁ τιμόθεος, συνείχετο τῶ λόγῳ ὁ παῦλος, διαμαρτυρόμενος τοῖς ἰουδαίοις εἶναι τὸν χριστόν, ἰησοῦν. (Atos dos Apóstolos 18, 5)

  • ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. (Atos dos Apóstolos 18, 6)

  • καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι τιτίου ἰούστου σεβομένου τὸν θεόν, οὖ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. (Atos dos Apóstolos 18, 7)

  • κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῶ κυρίῳ σὺν ὅλῳ τῶ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. (Atos dos Apóstolos 18, 8)

  • εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῶ παύλῳ, μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, (Atos dos Apóstolos 18, 9)

  • διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. (Atos dos Apóstolos 18, 10)

  • ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. (Atos dos Apóstolos 18, 11)

  • γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ἰουδαῖοι τῶ παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, (Atos dos Apóstolos 18, 12)

  • εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. (Atos dos Apóstolos 18, 15)


"A sua casa deve ser uma escada para o Céu". São Padre Pio de Pietrelcina