Mosaico decorativo

Znaleziono 27855 Wyniki dla: Καὶ

  • ἀναστὰς δὲ πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῶον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὗσα ἡ δορκάς. (Atos dos Apóstolos 9, 39)

  • ἐκβαλὼν δὲ ἔξω πάντας ὁ πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν πέτρον ἀνεκάθισεν. (Atos dos Apóstolos 9, 40)

  • δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. (Atos dos Apóstolos 9, 41)

  • γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον. (Atos dos Apóstolos 9, 42)

  • ἀνὴρ δέ τις ἐν καισαρείᾳ ὀνόματι κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης ἰταλικῆς, (Atos dos Apóstolos 10, 1)

  • εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῶ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῶ λαῶ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, (Atos dos Apóstolos 10, 2)

  • εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῶ, κορνήλιε. (Atos dos Apóstolos 10, 3)

  • ὁ δὲ ἀτενίσας αὐτῶ καὶ ἔμφοβος γενόμενος εἶπεν, τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῶ, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ. (Atos dos Apóstolos 10, 4)

  • καὶ νῦν πέμψον ἄνδρας εἰς ἰόππην καὶ μετάπεμψαι σίμωνά τινα ὃς ἐπικαλεῖται πέτρος· (Atos dos Apóstolos 10, 5)

  • ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῶ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῶ, (Atos dos Apóstolos 10, 7)

  • καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν ἰόππην. (Atos dos Apóstolos 10, 8)

  • τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. (Atos dos Apóstolos 10, 9)


"Quando o dia seguinte chegar, ele também será chamado de hoje. Tenha sempre muita confiança na Divina Providência." São Padre Pio de Pietrelcina