Mosaico decorativo

Znaleziono 27855 Wyniki dla: Καὶ

  • καὶ ἔλεγεν αὐτοῖς, καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε. (São Marcos 7, 9)

  • μωϊσῆς γὰρ εἶπεν, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί, ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· (São Marcos 7, 10)

  • ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. (São Marcos 7, 13)

  • καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς, ἀκούσατέ μου πάντες καὶ σύνετε. (São Marcos 7, 14)

  • καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν. (São Marcos 7, 17)

  • καὶ λέγει αὐτοῖς, οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, (São Marcos 7, 18)

  • ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται; _ καθαρίζων πάντα τὰ βρώματα. (São Marcos 7, 19)

  • πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον. (São Marcos 7, 23)

  • ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· (São Marcos 7, 24)

  • ἡ δὲ γυνὴ ἦν ἑλληνίς, συροφοινίκισσα τῶ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. (São Marcos 7, 26)

  • καὶ ἔλεγεν αὐτῇ, ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν. (São Marcos 7, 27)

  • ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῶ, κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. (São Marcos 7, 28)


"A cada vitória sobre o pecado corresponde um grau de glória eterna". São Padre Pio de Pietrelcina