Znaleziono 27855 Wyniki dla: Καὶ
εἴπατε τῇ θυγατρὶ σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. (São Mateus 21, 5)
πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς (São Mateus 21, 6)
ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπ᾽ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. (São Mateus 21, 7)
ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῶ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῶ. (São Mateus 21, 8)
οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες, ὡσαννὰ τῶ υἱῶ δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. (São Mateus 21, 9)
καὶ εἰσελθόντος αὐτοῦ εἰς ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα, τίς ἐστιν οὖτος; (São Mateus 21, 10)
καὶ εἰσῆλθεν ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῶ ἱερῶ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, (São Mateus 21, 12)
καὶ λέγει αὐτοῖς, γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν. (São Mateus 21, 13)
καὶ προσῆλθον αὐτῶ τυφλοὶ καὶ χωλοὶ ἐν τῶ ἱερῶ, καὶ ἐθεράπευσεν αὐτούς. (São Mateus 21, 14)
ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῶ ἱερῶ καὶ λέγοντας, ὡσαννὰ τῶ υἱῶ δαυίδ, ἠγανάκτησαν (São Mateus 21, 15)
καὶ εἶπαν αὐτῶ, ἀκούεις τί οὖτοι λέγουσιν; ὁ δὲ ἰησοῦς λέγει αὐτοῖς, ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; (São Mateus 21, 16)
καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ. (São Mateus 21, 17)