Znaleziono 27855 Wyniki dla: Καὶ
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων καὶ οἱ ἱερεῖς ἐκστήσονται καὶ οἱ προφῆται θαυμάσονται (Jeremias 4, 9)
καὶ εἶπα ὦ δέσποτα κύριε ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ιερουσαλημ λέγων εἰρήνη ἔσται ὑμῖν καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν (Jeremias 4, 10)
ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ιερουσαλημ πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν οὐδ’ εἰς ἅγιον (Jeremias 4, 11)
ἰδοὺ ὡς νεφέλη ἀναβήσεται καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ οὐαὶ ἡμῖν ὅτι ταλαιπωροῦμεν (Jeremias 4, 13)
διότι φωνὴ ἀναγγέλλοντος ἐκ Δαν ἥξει καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Εφραιμ (Jeremias 4, 15)
ἀναμνήσατε ἔθνη ἰδοὺ ἥκασιν ἀναγγείλατε ἐν Ιερουσαλημ συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ιουδα φωνὴν αὐτῶν (Jeremias 4, 16)
αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι αὕτη ἡ κακία σου ὅτι πικρά ὅτι ἥψατο ἕως τῆς καρδίας σου (Jeremias 4, 18)
τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγῶ καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει ἡ ψυχή μου σπαράσσεται ἡ καρδία μου οὐ σιωπήσομαι ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου κραυγὴν πολέμου (Jeremias 4, 19)
καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται ὅτι τεταλαιπώρηκεν πᾶσα ἡ γῆ ἄφνω τεταλαιπώρηκεν ἡ σκηνή διεσπάσθησαν αἱ δέρρεις μου (Jeremias 4, 20)
διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν υἱοὶ ἄφρονές εἰσιν καὶ οὐ συνετοί σοφοί εἰσιν τοῦ κακοποιῆσαι τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν (Jeremias 4, 22)
ἐπέβλεψα ἐπὶ τὴν γῆν καὶ ἰδοὺ οὐθέν καὶ εἰς τὸν οὐρανόν καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ (Jeremias 4, 23)
εἶδον τὰ ὄρη καὶ ἦν τρέμοντα καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους (Jeremias 4, 24)