Znaleziono 27855 Wyniki dla: Καὶ
καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Εφραιμ καὶ οἱ ἐχθροὶ Ιουδα ἀπολοῦνται Εφραιμ οὐ ζηλώσει Ιουδαν καὶ Ιουδας οὐ θλίψει Εφραιμ (Isaías 11, 13)
καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν καὶ Ιδουμαίαν καὶ ἐπὶ Μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν οἱ δὲ υἱοὶ Αμμων πρῶτοι ὑπακούσονται (Isaías 11, 14)
καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν (Isaías 11, 15)
καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ καὶ ἔσται τῷ Ισραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου (Isaías 11, 16)
καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εὐλογήσω σε κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με (Isaías 12, 1)
ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν (Isaías 12, 2)
καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου (Isaías 12, 3)
καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑμνεῖτε κύριον βοᾶτε τὸ ὄνομα αὐτοῦ ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ (Isaías 12, 4)
ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιων ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς (Isaías 12, 6)
ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς ἡγιασμένοι εἰσίν καὶ ἐγὼ ἄγω αὐτούς γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες (Isaías 13, 3)
φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων κύριος σαβαωθ ἐντέταλται ἔθνει ὁπλομάχῳ (Isaías 13, 4)
ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ’ ἄκρου θεμελίου τοῦ οὐρανοῦ κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην (Isaías 13, 5)