Znaleziono 2453 Wyniki dla: Ισραηλ
καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ισραηλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ (I Samuel 7, 13)
καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ισραηλ καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ Ἀσκαλῶνος ἕως Αζοβ καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου (I Samuel 7, 14)
καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ (I Samuel 7, 15)
καὶ ἐπορεύετο κατ’ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις (I Samuel 7, 16)
ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ (I Samuel 7, 17)
καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ισραηλ (I Samuel 8, 1)
καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ (I Samuel 8, 4)
καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα καὶ εἶπεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ (I Samuel 8, 22)
καὶ τούτῳ υἱός καὶ ὄνομα αὐτῷ Σαουλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν (I Samuel 9, 2)
καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν θεόν δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν ὁ βλέπων (I Samuel 9, 9)
ὡς ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμιν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου ὅτι ἦλθεν βοὴ αὐτῶν πρός με (I Samuel 9, 16)
καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴν καρδίαν σου αὐταῖς ὅτι εὕρηνται καὶ τίνι τὰ ὡραῖα τοῦ Ισραηλ οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου (I Samuel 9, 20)