Znaleziono 11889 Wyniki dla: Εἰς
καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀφείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα ἀπολελύσθωσαν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου (I Macabeus 10, 43)
καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου (I Macabeus 10, 48)
καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἴσχυσεν ἐπ’ αὐτούς (I Macabeus 10, 49)
καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων (I Macabeus 10, 51)
ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν (I Macabeus 10, 52)
καὶ νῦν στήσωμεν πρὸς αὑτοὺς φιλίαν καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου (I Macabeus 10, 54)
καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων ἀγαθὴ ἡμέρα ἐν ᾗ ἐπέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν (I Macabeus 10, 55)
καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα ὅπως ἴδωμεν ἀλλήλους καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας (I Macabeus 10, 56)
καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ (I Macabeus 10, 57)
καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι καθὼς οἱ βασιλεῖς ἐν δόξῃ μεγάλῃ (I Macabeus 10, 58)
καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς Ιωναθη ἐλθεῖν εἰς συνάντησιν αὐτῷ (I Macabeus 10, 59)
καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν (I Macabeus 10, 60)