Znaleziono 11889 Wyniki dla: Εἰς
διὸ δὴ ἀναβησόμεθα καὶ ἔσονται εἰς κατάβρωσιν πάσης τῆς στρατιᾶς σου δέσποτα Ολοφέρνη (Judite 5, 24)
ἀλλ’ ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν (Judite 6, 3)
καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων (Judite 6, 7)
καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ συλλημφθήσονται μὴ συμπεσέτω σου τὸ πρόσωπον ἐλάλησα καὶ οὐδὲν διαπεσεῖται τῶν ῥημάτων μου (Judite 6, 9)
καὶ προσέταξεν Ολοφέρνης τοῖς δούλοις αὐτοῦ οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ συλλαβεῖν τὸν Αχιωρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλουα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ισραηλ (Judite 6, 10)
καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῆραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς αἳ ἦσαν ὑποκάτω Βαιτυλουα (Judite 6, 11)
καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν (Judite 6, 14)
καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν καὶ ἔστησαν τὸν Αχιωρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν καὶ ἐπηρώτησεν αὐτὸν Οζιας τὸ συμβεβηκός (Judite 6, 16)
καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ολοφέρνου καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ασσουρ καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοφέρνης εἰς τὸν οἶκον Ισραηλ (Judite 6, 17)
καὶ παρέλαβεν αὐτὸν Οζιας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ισραηλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην (Judite 6, 21)
τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ (Judite 7, 1)
καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων (Judite 7, 3)