Znaleziono 11645 Wyniki dla: Δὲ
καὶ ἐπηρώτησεν αὐτὸν ὁ πιλᾶτος, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῶ λέγει, σὺ λέγεις. (São Marcos 15, 2)
ὁ δὲ πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν. (São Marcos 15, 4)
ὁ δὲ ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν πιλᾶτον. (São Marcos 15, 5)
κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο. (São Marcos 15, 6)
ἦν δὲ ὁ λεγόμενος βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. (São Marcos 15, 7)
ὁ δὲ πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων; (São Marcos 15, 9)
ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. (São Marcos 15, 10)
οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν βαραββᾶν ἀπολύσῃ αὐτοῖς. (São Marcos 15, 11)
ὁ δὲ πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, τί οὗν [θέλετε] ποιήσω [ὃν λέγετε] τὸν βασιλέα τῶν ἰουδαίων; (São Marcos 15, 12)
οἱ δὲ πάλιν ἔκραξαν, σταύρωσον αὐτόν. (São Marcos 15, 13)
ὁ δὲ πιλᾶτος ἔλεγεν αὐτοῖς, τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν, σταύρωσον αὐτόν. (São Marcos 15, 14)
ὁ δὲ πιλᾶτος βουλόμενος τῶ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν, καὶ παρέδωκεν τὸν ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. (São Marcos 15, 15)