Znaleziono 11645 Wyniki dla: Δὲ
λέγει αὐτῶ ὁ ἰησοῦς, σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. (São Mateus 26, 64)
τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν· (São Mateus 26, 65)
τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, ἔνοχος θανάτου ἐστίν. (São Mateus 26, 66)
τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν (São Mateus 26, 67)
ὁ δὲ πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῶ μία παιδίσκη λέγουσα, καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου. (São Mateus 26, 69)
ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, οὐκ οἶδα τί λέγεις. (São Mateus 26, 70)
ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὖτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου. (São Mateus 26, 71)
μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῶ πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. (São Mateus 26, 73)
πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· (São Mateus 27, 1)
λέγων, ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. οἱ δὲ εἶπαν, τί πρὸς ἡμᾶς; σὺ ὄψῃ. (São Mateus 27, 4)
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. (São Mateus 27, 6)
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. (São Mateus 27, 7)