Mosaico decorativo

Znaleziono 11645 Wyniki dla: Δὲ

  • μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν [αὐτοῦ]. (São Mateus 25, 6)

  • αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν, δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. (São Mateus 25, 8)

  • ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι, μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. (São Mateus 25, 9)

  • ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. (São Mateus 25, 10)

  • ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι, κύριε κύριε, ἄνοιξον ἡμῖν. (São Mateus 25, 11)

  • ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. (São Mateus 25, 12)

  • γρηγορεῖτε οὗν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. (São Mateus 25, 13)

  • καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως (São Mateus 25, 15)

  • ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. (São Mateus 25, 18)

  • μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ᾽ αὐτῶν. (São Mateus 25, 19)

  • καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα. (São Mateus 25, 20)

  • προσελθὼν [δὲ] καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα. (São Mateus 25, 22)


"A caridade é o metro com o qual o Senhor nos julgará." São Padre Pio de Pietrelcina