Znaleziono 11645 Wyniki dla: Δὲ
εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων (Sabedoria 8, 8)
εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς ἀλλὰ εὐφροσύνην καὶ χαράν (Sabedoria 8, 16)
παῖς δὲ ἤμην εὐφυὴς ψυχῆς τε ἔλαχον ἀγαθῆς (Sabedoria 8, 19)
μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον (Sabedoria 8, 20)
γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής ἐὰν μὴ ὁ θεὸς δῷ καὶ τοῦτο δ’ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου (Sabedoria 8, 21)
καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων (Sabedoria 9, 2)
κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται (Sabedoria 9, 6)
οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς (Sabedoria 9, 11)
καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου (Sabedoria 9, 12)
λογισμοὶ γὰρ θνητῶν δειλοί καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν (Sabedoria 9, 14)
φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα (Sabedoria 9, 15)
καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν (Sabedoria 9, 16)