Mosaico decorativo

Znaleziono 972 Wyniki dla: Δαυιδ

  • καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα μὴ ταπεινώσῃς αὐτόν ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀθῳωθήσεται (I Samuel 26, 9)

  • καὶ εἶπεν Δαυιδ ζῇ κύριος ἐὰν μὴ κύριος παίσῃ αὐτόν ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ (I Samuel 26, 10)

  • καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἀπῆλθον καθ’ ἑαυτούς καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος πάντες ὑπνοῦντες ὅτι θάμβος κυρίου ἐπέπεσεν ἐπ’ αὐτούς (I Samuel 26, 12)

  • καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν (I Samuel 26, 13)

  • καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τῷ Αβεννηρ ἐλάλησεν λέγων οὐκ ἀποκριθήσει Αβεννηρ καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἶπεν τίς εἶ σὺ ὁ καλῶν με (I Samuel 26, 14)

  • καὶ εἶπεν Δαυιδ πρὸς Αβεννηρ οὐκ ἀνὴρ σύ καὶ τίς ὡς σὺ ἐν Ισραηλ καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου (I Samuel 26, 15)

  • καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν τοῦ Δαυιδ καὶ εἶπεν ἦ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ εἶπεν Δαυιδ δοῦλός σου κύριε βασιλεῦ (I Samuel 26, 17)

  • καὶ εἶπεν Σαουλ ἡμάρτηκα ἐπίστρεφε τέκνον Δαυιδ ὅτι οὐ κακοποιήσω σε ἀνθ’ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου ἐν τῇ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα (I Samuel 26, 21)

  • καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό (I Samuel 26, 22)

  • καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ εὐλογημένος σύ τέκνον καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει καὶ ἀπῆλθεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτοῦ καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ (I Samuel 26, 25)

  • καὶ εἶπεν Δαυιδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαουλ καὶ οὐκ ἔστιν μοι ἀγαθόν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαουλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ισραηλ καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ (I Samuel 27, 1)

  • καὶ ἀνέστη Δαυιδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ καὶ ἐπορεύθη πρὸς Αγχους υἱὸν Αμμαχ βασιλέα Γεθ (I Samuel 27, 2)


"Tente percorrer com toda a simplicidade o caminho de Nosso Senhor e não se aflija inutilmente." São Padre Pio de Pietrelcina