Mosaico decorativo

Znaleziono 6961 Wyniki dla: Αυτού Μεγαλειότητα

  • ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ (I Macabeus 9, 55)

  • καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες ἰδοὺ Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ (I Macabeus 9, 58)

  • καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν (I Macabeus 9, 60)

  • καὶ ἐξεχώρησεν Ιωναθαν καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ εἰς Βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς καὶ ἐστερέωσαν αὐτήν (I Macabeus 9, 62)

  • καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς Ιουδαίας παρήγγειλεν (I Macabeus 9, 63)

  • καὶ ἀπέλιπεν Ιωναθαν Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ (I Macabeus 9, 65)

  • καὶ ἐπάταξεν Οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρων ἐν τῷ σκηνώματι αὐτῶν καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν (I Macabeus 9, 66)

  • καὶ Σιμων καὶ οἱ μετ’ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς (I Macabeus 9, 67)

  • καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην καὶ συνετρίβη ὑπ’ αὐτῶν καὶ ἔθλιβον αὐτὸν σφόδρα ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή (I Macabeus 9, 68)

  • καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ (I Macabeus 9, 69)

  • καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ (I Macabeus 9, 71)

  • καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ιουδα καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν (I Macabeus 9, 72)


"Diga ao Senhor: Faça em mim segundo a Tua vontade, mas antes de mandar-me o sofrimento, dê-me forças para que eu possa sofrer com amor.". São Padre Pio de Pietrelcina