Provérbios, 15
1. ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς
1. Una respuesta suave calma el furor, una palabra hiriente aumenta la ira.
2. γλῶσσα σοφῶν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά
2. La lengua de los sabios hace agradable la ciencia, la boca de los insensatos esparce necedad.
3. ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς
3. En todo lugar, los ojos de Yahveh, observando a los malos y a los buenos.
4. ἴασις γλώσσης δένδρον ζωῆς ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος
4. Lengua mansa, árbol de vida, lengua perversa rompe el alma.
5. ἄφρων μυκτηρίζει παιδείαν πατρός ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος
5. El tonto desprecia la corrección de su padre; quien sigue la reprensión es cauto.
6. ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται
6. La casa del justo abunda en riquezas, en las rentas del malo no falta inquietud.
7. χείλη σοφῶν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς
7. Los labios de los sabios siembran ciencia, pero no así el corazón de los necios.
8. θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ
8. Yahveh abomina el sacrificio de los malos; la oración de los rectos alcanza su favor.
9. βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ
9. Yahveh abomina el camino malo; y ama al que va tras la justicia.
10. παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς
10. Corrección severa a quien deja el camino; el que odia la reprensión perecerá.
11. ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων
11. Seol y Perdición están ante Yahveh: ¡cuánto más los corazones de los hombres!
12. οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει
12. El arrogante no quiere ser reprendido, no va junto a los sabios.
13. καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει
13. Corazón alegre hace buena cara, corazón en pena deprime el espíritu.
14. καρδία ὀρθὴ ζητεῖ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά
14. Corazón inteligente busca la ciencia, los labios de los necios se alimentan de necedad.
15. πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός
15. Todos los días del pobre son malos, para el corazón dichoso, banquetes sin fin.
16. κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας
16. Mejor es poco con temor de Yahveh, que gran tesoro con inquietud.
17. κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας
17. Más vale un plato de legumbres, con cariño, que un buey cebado, con odio.
18. ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει (18a) μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον
18. El hombre violento provoca disputas, el tardo a la ira aplaca las querellas.
19. ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι
19. El camino del perezoso es como un seto de espinos. la senda de los rectos es llana.
20. υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ
20. El hijo sabio es la alegría de su padre, el hombre necio desprecia a su madre.
21. ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται
21. La necedad alegra al insensato, el hombre inteligente camina en derechura.
22. ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή
22. Donde no hay consultas, los planes fracasan; con muchos consejeros, se llevan a cabo.
23. οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ
23. El hombre halla alegría en la respuesta de su boca; una palabra a tiempo, ¡qué cosa más buena!
24. ὁδοὶ ζωῆς διανοήματα συνετοῦ ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ
24. Camino de la vida, hacia arriba, para el sabio, para que se aparte del seol, que está abajo.
25. οἴκους ὑβριστῶν κατασπᾷ κύριος ἐστήρισεν δὲ ὅριον χήρας
25. La casa de los soberbios la destruye Yahveh, y mantiene en pie los linderos de la viuda.
26. βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος ἁγνῶν δὲ ῥήσεις σεμναί
26. Yahveh abomina los proyectos perversos; pero son puras las palabras agradables.
27. ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης ὁ δὲ μισῶν δώρων λήμψεις σῴζεται (27a) ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ
27. Quien se da al robo, perturba su casa, quien odia los regalos, vivirá.
28. καρδίαι δικαίων μελετῶσιν πίστεις στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά (28a) δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται
28. El corazón del justo recapacita para responder, la boca de los malos esparce maldades.
29. μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν εὐχαῖς δὲ δικαίων ἐπακούει (29a) κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας (29b) καρδία ἀνδρὸς λογιζέσθω δίκαια ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ
29. Yahveh se aleja de los malos, y escucha la plegaria de los justos.
30. θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ
30. Una mirada luminosa alegra el corazón, una buena noticia reanima el vigor.
31. []
31. Oído que escucha reprensión saludable, tiene su morada entre los sabios.
32. ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ
32. Quien desatiende la corrección se desprecia a sí mismo, quien escucha la reprensión adquiere sensatez.
33. φόβος θεοῦ παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ
33. El temor de Yahveh instruye en sabiduría: y delante de la gloria va la humildad.