Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • ἀπεκρίθησαν αὐτῶ, ἰησοῦν τὸν ναζωραῖον. λέγει αὐτοῖς, ἐγώ εἰμι. εἱστήκει δὲ καὶ ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν. (São João 18, 5)

  • ὡς οὗν εἶπεν αὐτοῖς, ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. (São João 18, 6)

  • πάλιν οὗν ἐπηρώτησεν αὐτούς, τίνα ζητεῖτε; οἱ δὲ εἶπαν, ἰησοῦν τὸν ναζωραῖον. (São João 18, 7)

  • ἀπεκρίθη ἰησοῦς, εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὗν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· (São João 18, 8)

  • ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. (São João 18, 9)

  • σίμων οὗν πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῶ δούλῳ μάλχος. (São João 18, 10)

  • εἶπεν οὗν ὁ ἰησοῦς τῶ πέτρῳ, βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; (São João 18, 11)

  • ἡ οὗν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν ἰουδαίων συνέλαβον τὸν ἰησοῦν καὶ ἔδησαν αὐτὸν (São João 18, 12)

  • καὶ ἤγαγον πρὸς ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· (São João 18, 13)

  • ἦν δὲ καϊάφας ὁ συμβουλεύσας τοῖς ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. (São João 18, 14)

  • ἠκολούθει δὲ τῶ ἰησοῦ σίμων πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῶ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῶ ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, (São João 18, 15)

  • ὁ δὲ πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὗν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῶ καὶ εἰσήγαγεν τὸν πέτρον. (São João 18, 16)


"Nas tentações, combata com coragem! Nas quedas, humilhe-se mas não desanime!" São Padre Pio de Pietrelcina