Löydetty 35140 Tulokset: Ὁ
ἀπεκρίθησαν αὐτῶ, ἰησοῦν τὸν ναζωραῖον. λέγει αὐτοῖς, ἐγώ εἰμι. εἱστήκει δὲ καὶ ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν. (São João 18, 5)
ὡς οὗν εἶπεν αὐτοῖς, ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. (São João 18, 6)
πάλιν οὗν ἐπηρώτησεν αὐτούς, τίνα ζητεῖτε; οἱ δὲ εἶπαν, ἰησοῦν τὸν ναζωραῖον. (São João 18, 7)
ἀπεκρίθη ἰησοῦς, εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὗν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· (São João 18, 8)
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. (São João 18, 9)
σίμων οὗν πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῶ δούλῳ μάλχος. (São João 18, 10)
εἶπεν οὗν ὁ ἰησοῦς τῶ πέτρῳ, βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; (São João 18, 11)
ἡ οὗν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν ἰουδαίων συνέλαβον τὸν ἰησοῦν καὶ ἔδησαν αὐτὸν (São João 18, 12)
καὶ ἤγαγον πρὸς ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· (São João 18, 13)
ἦν δὲ καϊάφας ὁ συμβουλεύσας τοῖς ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. (São João 18, 14)
ἠκολούθει δὲ τῶ ἰησοῦ σίμων πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῶ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῶ ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, (São João 18, 15)
ὁ δὲ πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὗν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῶ καὶ εἰσήγαγεν τὸν πέτρον. (São João 18, 16)