Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • ἔτι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην (Eclesiástico 39, 12)

  • εἰσακούσατέ μου υἱοὶ ὅσιοι καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγροῦ (Eclesiástico 39, 13)

  • καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα εὐλογήσατε κύριον ἐπὶ πᾶσιν τοῖς ἔργοις (Eclesiástico 39, 14)

  • δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει (Eclesiástico 39, 15)

  • τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σφόδρα καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται οὐκ ἔστιν εἰπεῖν τί τοῦτο εἰς τί τοῦτο πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται (Eclesiástico 39, 16)

  • ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων (Eclesiástico 39, 17)

  • ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ (Eclesiástico 39, 18)

  • ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ (Eclesiástico 39, 19)

  • ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ (Eclesiástico 39, 20)

  • οὐκ ἔστιν εἰπεῖν τί τοῦτο εἰς τί τοῦτο πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται (Eclesiástico 39, 21)

  • ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν (Eclesiástico 39, 22)

  • οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην (Eclesiástico 39, 23)


"Invoquemos sempre o auxílio de Nossa Senhora." São Padre Pio de Pietrelcina