Fondare 35140 Risultati per: Ὁ
ἔτι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην (Eclesiástico 39, 12)
εἰσακούσατέ μου υἱοὶ ὅσιοι καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγροῦ (Eclesiástico 39, 13)
καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα εὐλογήσατε κύριον ἐπὶ πᾶσιν τοῖς ἔργοις (Eclesiástico 39, 14)
δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει (Eclesiástico 39, 15)
τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σφόδρα καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται οὐκ ἔστιν εἰπεῖν τί τοῦτο εἰς τί τοῦτο πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται (Eclesiástico 39, 16)
ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων (Eclesiástico 39, 17)
ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ (Eclesiástico 39, 18)
ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ (Eclesiástico 39, 19)
ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ (Eclesiástico 39, 20)
οὐκ ἔστιν εἰπεῖν τί τοῦτο εἰς τί τοῦτο πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται (Eclesiástico 39, 21)
ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν (Eclesiástico 39, 22)
οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην (Eclesiástico 39, 23)