Talált 24028 Eredmények: Ἐν
εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ’ ἡμῶν (Tobias 8, 16)
εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς ποίησον αὐτοῖς δέσποτα ἔλεος συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους (Tobias 8, 17)
ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον (Tobias 8, 18)
καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων (Tobias 8, 19)
καὶ εἶπεν αὐτῷ Ραγουηλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτόν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου (Tobias 8, 20)
καὶ ἐκάλεσεν Τωβιας τὸν Ραφαηλ καὶ εἶπεν αὐτῷ (Tobias 9, 1)
Αζαρια ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον (Tobias 9, 2)
διότι ὀμώμοκεν Ραγουηλ μὴ ἐξελθεῖν με (Tobias 9, 3)
καὶ ἐπορεύθη Ραφαηλ καὶ ηὐλίσθη παρὰ Γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ (Tobias 9, 5)
καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν Τωβιας τὴν γυναῖκα αὐτοῦ (Tobias 9, 6)
εἶπεν μήποτε κατῄσχυνται ἢ μήποτε ἀπέθανεν Γαβαηλ καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριον (Tobias 10, 2)
εἶπεν δὲ αὐτῷ ἡ γυνή ἀπώλετο τὸ παιδίον διότι κεχρόνικεν καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν (Tobias 10, 4)