Mosaico decorativo

Talált 24028 Eredmények: Ἐν

  • καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σοῦ λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσίν σου ἄκουε (Ezequiel 3, 10)

  • καὶ βάδιζε εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἐὰν ἄρα ἀκούσωσιν ἐὰν ἄρα ἐνδῶσιν (Ezequiel 3, 11)

  • καὶ τὸ πνεῦμα ἐξῆρέν με καὶ ἀνέλαβέν με καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου καὶ χεὶρ κυρίου ἐγένετο ἐπ’ ἐμὲ κραταιά (Ezequiel 3, 14)

  • καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν (Ezequiel 3, 15)

  • ἐν τῷ λέγειν με τῷ ἀνόμῳ θανάτῳ θανατωθήσῃ καὶ οὐ διεστείλω αὐτῷ οὐδὲ ἐλάλησας τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῆσαι αὐτόν ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω (Ezequiel 3, 18)

  • καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ τῆς ὁδοῦ αὐτοῦ ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ (Ezequiel 3, 19)

  • καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ αὐτὸς ἀποθανεῖται ὅτι οὐ διεστείλω αὐτῷ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω (Ezequiel 3, 20)

  • καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου καὶ εἶπεν πρός με ἀνάστηθι καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ (Ezequiel 3, 22)

  • καὶ ἦλθεν ἐπ’ ἐμὲ πνεῦμα καὶ ἔστησέν με ἐπὶ πόδας μου καὶ ἐλάλησεν πρός με καὶ εἶπέν μοι εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου (Ezequiel 3, 24)

  • καὶ σύ υἱὲ ἀνθρώπου ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί καὶ δήσουσίν σε ἐν αὐτοῖς καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν (Ezequiel 3, 25)

  • καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ ἀκούων ἀκουέτω καὶ ὁ ἀπειθῶν ἀπειθείτω διότι οἶκος παραπικραίνων ἐστίν (Ezequiel 3, 27)

  • καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ’ αὐτήν καὶ ἔσται ἐν συγκλεισμῷ καὶ συγκλείσεις αὐτήν σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ισραηλ (Ezequiel 4, 3)


"Lembre-se de que você tem no Céu não somente um pai, mas também uma Mãe". São Padre Pio de Pietrelcina