Talált 972 Eredmények: Δαυιδ
ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυιδ ὅτι ἐπήκουσεν αὐτῷ κύριος ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου καὶ ἐθυσίασεν ἐκεῖ (I Crônicas 21, 28)
καὶ οὐκ ἠδύνατο Δαυιδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν ὅτι κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου κυρίου (I Crônicas 21, 30)
καὶ εἶπεν Δαυιδ οὗτός ἐστιν ὁ οἶκος κυρίου τοῦ θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ισραηλ (I Crônicas 22, 1)
καὶ εἶπεν Δαυιδ συναγαγεῖν πάντας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ καὶ κατέστησεν λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ (I Crônicas 22, 2)
καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασεν Δαυιδ καὶ χαλκὸν εἰς πλῆθος οὐκ ἦν σταθμός (I Crônicas 22, 3)
καὶ ξύλα κέδρινα οὐκ ἦν ἀριθμός ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυιδ (I Crônicas 22, 4)
καὶ εἶπεν Δαυιδ Σαλωμων ὁ υἱός μου παιδάριον ἁπαλόν καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ κυρίῳ εἰς μεγαλωσύνην ἄνω εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ καὶ ἡτοίμασεν Δαυιδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ (I Crônicas 22, 5)
καὶ εἶπεν Δαυιδ Σαλωμων τέκνον ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ (I Crônicas 22, 7)
καὶ ἐνετείλατο Δαυιδ τοῖς πᾶσιν ἄρχουσιν Ισραηλ ἀντιλαβέσθαι τῷ Σαλωμων υἱῷ αὐτοῦ (I Crônicas 22, 17)
καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ ἐπὶ Ισραηλ (I Crônicas 23, 1)
καὶ διεῖλεν αὐτοὺς Δαυιδ ἐφημερίας τοῖς υἱοῖς Λευι τῷ Γεδσων Κααθ Μεραρι (I Crônicas 23, 6)
ὅτι εἶπεν Δαυιδ κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος (I Crônicas 23, 25)