Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ (Eclesiástico 14, 10)

  • τέκνον καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε (Eclesiástico 14, 11)

  • μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι (Eclesiástico 14, 12)

  • πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ (Eclesiástico 14, 13)

  • μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω (Eclesiástico 14, 14)

  • οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου (Eclesiástico 14, 15)

  • δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν (Eclesiástico 14, 16)

  • πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται ἡ γὰρ διαθήκη ἀπ’ αἰῶνος θανάτῳ ἀποθανῇ (Eclesiástico 14, 17)

  • ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος τὰ μὲν καταβάλλει ἄλλα δὲ φύει οὕτως γενεὰ σαρκὸς καὶ αἵματος ἡ μὲν τελευτᾷ ἑτέρα δὲ γεννᾶται (Eclesiástico 14, 18)

  • πᾶν ἔργον σηπόμενον ἐκλείπει καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ’ αὐτοῦ ἀπελεύσεται (Eclesiástico 14, 19)

  • μακάριος ἀνήρ ὃς ἐν σοφίᾳ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται (Eclesiástico 14, 20)

  • ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται (Eclesiástico 14, 21)


"Desapegue-se daquilo que não é de Deus e não leva a Deus". São Padre Pio de Pietrelcina