pronađen 35140 Rezultati za: Ὁ
ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ (Eclesiástico 14, 10)
τέκνον καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε (Eclesiástico 14, 11)
μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι (Eclesiástico 14, 12)
πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ (Eclesiástico 14, 13)
μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω (Eclesiástico 14, 14)
οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου (Eclesiástico 14, 15)
δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν (Eclesiástico 14, 16)
πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται ἡ γὰρ διαθήκη ἀπ’ αἰῶνος θανάτῳ ἀποθανῇ (Eclesiástico 14, 17)
ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος τὰ μὲν καταβάλλει ἄλλα δὲ φύει οὕτως γενεὰ σαρκὸς καὶ αἵματος ἡ μὲν τελευτᾷ ἑτέρα δὲ γεννᾶται (Eclesiástico 14, 18)
πᾶν ἔργον σηπόμενον ἐκλείπει καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ’ αὐτοῦ ἀπελεύσεται (Eclesiástico 14, 19)
μακάριος ἀνήρ ὃς ἐν σοφίᾳ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται (Eclesiástico 14, 20)
ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται (Eclesiástico 14, 21)