Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ’ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε (Eclesiástico 13, 11)

  • ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν (Eclesiástico 13, 12)

  • συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς (Eclesiástico 13, 13)

  • πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ (Eclesiástico 13, 15)

  • πᾶσα σὰρξ κατὰ γένος συνάγεται καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ (Eclesiástico 13, 16)

  • τί κοινωνήσει λύκος ἀμνῷ οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ (Eclesiástico 13, 17)

  • τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα (Eclesiástico 13, 18)

  • κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ οὕτως νομαὶ πλουσίων πτωχοί (Eclesiástico 13, 19)

  • βδέλυγμα ὑπερηφάνῳ ταπεινότης οὕτως βδέλυγμα πλουσίῳ πτωχός (Eclesiástico 13, 20)

  • πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων (Eclesiástico 13, 21)

  • πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος (Eclesiástico 13, 22)

  • πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν πτωχὸς ἐλάλησεν καὶ εἶπαν τίς οὗτος κἂν προσκόψῃ προσανατρέψουσιν αὐτόν (Eclesiástico 13, 23)


"Quando o dia seguinte chegar, ele também será chamado de hoje. Tenha sempre muita confiança na Divina Providência." São Padre Pio de Pietrelcina