Mosaico decorativo

Gefunden 7097 Ergebnisse für: Τὴν

  • ἔλαβον δὲ καὶ τὸν Λωτ υἱὸν τοῦ ἀδελφοῦ Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο ἦν γὰρ κατοικῶν ἐν Σοδομοις (Gênesis 14, 12)

  • καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβα ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ (Gênesis 14, 15)

  • καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἵππον Σοδομων καὶ Λωτ τὸν ἀδελφὸν αὐτοῦ ἀπέστρεψεν καὶ τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν (Gênesis 14, 16)

  • ἐξῆλθεν δὲ βασιλεὺς Σοδομων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομορ καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ εἰς τὴν κοιλάδα τὴν Σαυη τοῦτο ἦν τὸ πεδίον βασιλέως (Gênesis 14, 17)

  • καὶ ηὐλόγησεν τὸν Αβραμ καὶ εἶπεν εὐλογημένος Αβραμ τῷ θεῷ τῷ ὑψίστῳ ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν (Gênesis 14, 19)

  • καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων (Gênesis 14, 20)

  • εἶπεν δὲ βασιλεὺς Σοδομων πρὸς Αβραμ δός μοι τοὺς ἄνδρας τὴν δὲ ἵππον λαβὲ σεαυτῷ (Gênesis 14, 21)

  • εἶπεν δὲ Αβραμ πρὸς βασιλέα Σοδομων ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν (Gênesis 14, 22)

  • εἶπεν δὲ πρὸς αὐτόν ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι (Gênesis 15, 7)

  • ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Αβραμ διαθήκην λέγων τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου (Gênesis 15, 18)

  • εἶπεν δὲ Σαρα πρὸς Αβραμ ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς ὑπήκουσεν δὲ Αβραμ τῆς φωνῆς Σαρας (Gênesis 16, 2)

  • καὶ λαβοῦσα Σαρα ἡ γυνὴ Αβραμ Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Αβραμ ἐν γῇ Χανααν καὶ ἔδωκεν αὐτὴν Αβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα (Gênesis 16, 3)


"Seja modesto no olhar." São Padre Pio de Pietrelcina