Gefunden 30029 Ergebnisse für: Οὐ
κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῶ κυρίῳ σὺν ὅλῳ τῶ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. (Atos dos Apóstolos 18, 8)
εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῶ παύλῳ, μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, (Atos dos Apóstolos 18, 9)
διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. (Atos dos Apóstolos 18, 10)
ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. (Atos dos Apóstolos 18, 11)
γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ἰουδαῖοι τῶ παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, (Atos dos Apóstolos 18, 12)
λέγοντες ὅτι παρὰ τὸν νόμον ἀναπείθει οὖτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. (Atos dos Apóstolos 18, 13)
μέλλοντος δὲ τοῦ παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ γαλλίων πρὸς τοὺς ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· (Atos dos Apóstolos 18, 14)
εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. (Atos dos Apóstolos 18, 15)
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. (Atos dos Apóstolos 18, 16)
ἐπιλαβόμενοι δὲ πάντες σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῶ γαλλίωνι ἔμελεν. (Atos dos Apóstolos 18, 17)
κατήντησαν δὲ εἰς ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς ἰουδαίοις. (Atos dos Apóstolos 18, 19)
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν, (Atos dos Apóstolos 18, 20)