Mosaico decorativo

Löydetty 30029 Tulokset: Οὐ

  • κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῶ κυρίῳ σὺν ὅλῳ τῶ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. (Atos dos Apóstolos 18, 8)

  • εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῶ παύλῳ, μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, (Atos dos Apóstolos 18, 9)

  • διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. (Atos dos Apóstolos 18, 10)

  • ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. (Atos dos Apóstolos 18, 11)

  • γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ἰουδαῖοι τῶ παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, (Atos dos Apóstolos 18, 12)

  • λέγοντες ὅτι παρὰ τὸν νόμον ἀναπείθει οὖτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. (Atos dos Apóstolos 18, 13)

  • μέλλοντος δὲ τοῦ παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ γαλλίων πρὸς τοὺς ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· (Atos dos Apóstolos 18, 14)

  • εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. (Atos dos Apóstolos 18, 15)

  • καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. (Atos dos Apóstolos 18, 16)

  • ἐπιλαβόμενοι δὲ πάντες σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῶ γαλλίωνι ἔμελεν. (Atos dos Apóstolos 18, 17)

  • κατήντησαν δὲ εἰς ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς ἰουδαίοις. (Atos dos Apóstolos 18, 19)

  • ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν, (Atos dos Apóstolos 18, 20)


"Como é belo esperar!" São Padre Pio de Pietrelcina