1. γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος

2. γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ

3. γυνὴ ἀγαθὴ μερὶς ἀγαθή ἐν μερίδι φοβουμένων κύριον δοθήσεται

4. πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν

5. ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην διαβολὴν πόλεως καὶ ἐκκλησίαν ὄχλου καὶ καταψευσμόν ὑπὲρ θάνατον πάντα μοχθηρά

6. ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα

7. βοοζύγιον σαλευόμενον γυνὴ πονηρά ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου

8. ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει

9. πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται

10. ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται

11. ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ

12. ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν

13. χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς

14. δόσις κυρίου γυνὴ σιγηρά καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς

15. χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς

16. ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς

17. λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ

18. στῦλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς

19. []

20. []

21. []

22. []

23. []

24. []

25. []

26. []

27. []

28. ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν ἀνὴρ πολεμιστὴς ὑστερῶν δι’ ἔνδειαν καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν

29. μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας



Livros sugeridos


“Lembre-se de que os santos foram sempre criticados pelas pessoas deste mundo, e puseram sob seus pés o mundo e as suas máximas .” São Padre Pio de Pietrelcina

Newsletter

Receba as novidades, artigos e noticias deste portal.