1. ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ

2. κύριος μόνος δικαιωθήσεται

3. []

4. οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ

5. κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ

6. οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου

7. ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται

8. τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ τί τὸ ἀγαθὸν αὐτοῦ καὶ τί τὸ κακὸν αὐτοῦ

9. ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν

10. ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος

11. διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ’ αὐτοῖς καὶ ἐξέχεεν ἐπ’ αὐτοὺς τὸ ἔλεος αὐτοῦ

12. εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ

13. ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ

14. τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ

15. τέκνον ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων

16. οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις

17. οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ

18. μωρὸς ἀχαρίστως ὀνειδιεῖ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς

19. πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου

20. πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν

21. πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν

22. μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι

23. πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον

24. μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου

25. μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου

26. ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου

27. ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας

28. πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν

29. συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς

30. ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου

31. ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου

32. μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ μὴ προσδεθῇς συμβολῇ αὐτῆς

33. μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ



Livros sugeridos


“A caridade é o metro com o qual o Senhor nos julgará.” São Padre Pio de Pietrelcina

Newsletter

Receba as novidades, artigos e noticias deste portal.