Job, 15
1. Elifaz de Temán tomó la palabra y dijo:
1. ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
2. ¿Responde un sabio con una ciencia de aire, hincha su vientre de solano,
2. πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς
3. replicando con palabras vacías, con discursos inútiles?
3. ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ ἐν λόγοις οἷς οὐδὲν ὄφελος
4. ¡Tú llegas incluso a destruir la piedad, a anular los piadosos coloquios ante Dios!
4. οὐ καὶ σὺ ἀπεποιήσω φόβον συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου
5. Ya que tu culpa inspira tus palabras, y eliges el hablar de los astutos,
5. ἔνοχος εἶ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστῶν
6. tu propia boca te condena, que no yo, tus mismos labios atestiguan contra ti.
6. ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου
7. ¿Has nacido tú el primero de los hombres? ¿Se te dio a luz antes que a las colinas?
7. τί γάρ μὴ πρῶτος ἀνθρώπων ἐγενήθης ἢ πρὸ θινῶν ἐπάγης
8. ¿Escuchas acaso los secretos de Dios? ¿acaparas la sabiduría?!
8. ἦ σύνταγμα κυρίου ἀκήκοας εἰς δὲ σὲ ἀφίκετο σοφία
9. ¿Qué sabes tú, que nosotros no sepamos? ¿qué comprendes, que a nosotros se escape?
9. τί γὰρ οἶδας ὃ οὐκ οἴδαμεν ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμεῖς
10. ¡También entre nosotros hay un cano, un anciano, más cargado de días que tu padre!
10. καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν βαρύτερος τοῦ πατρός σου ἡμέραις
11. ¿Te parecen poco los consuelos divinos, y una palabra que con dulzura se te dice?
11. ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι μεγάλως ὑπερβαλλόντως λελάληκας
12. ¡Cómo te arrebata el corazón, qué aviesos son tus ojos,
12. τί ἐτόλμησεν ἡ καρδία σου ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου
13. cuando revuelves contra Dios tu furia y echas palabras por la boca!
13. ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα
14. ¿Cómo puede ser puro un hombre? ¿cómo ser justo el nacido de mujer?
14. τίς γὰρ ὢν βροτός ὅτι ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός
15. Si ni en sus santos tiene Dios confianza, y ni los cielos son puros a sus ojos,
15. εἰ κατὰ ἁγίων οὐ πιστεύει οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ
16. ¡cuánto menos un ser abominable y corrompido, el hombre, que bebe la iniquidad como agua!
16. ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ
17. Voy a instruirte, escúchame, voy a contarte lo que he visto,
17. ἀναγγελῶ δέ σοι ἄκουέ μου ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι
18. lo que transmiten los sabios, sin pasar por alto nada de sus padres,
18. ἃ σοφοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν
19. - a ellos solos les fue dada la tierra, sin que se mezclara extranjero entre ellos -:
19. αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ’ αὐτούς
20. «Todos sus días vive el malvado en tormento, contados están los años asignados al tirano.
20. πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ
21. Grito de espanto resuena en sus oídos, en plena paz el bandido le asalta.
21. ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ ὅταν δοκῇ ἤδη εἰρηνεύειν ἥξει αὐτοῦ ἡ καταστροφή
22. No espera escapar a las tinieblas, y se ve destinado a la espada.
22. μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου
23. Asignado como pasto de los buitres, sabe que su ruina es inminente. La hora de las tinieblas
23. κατατέτακται δὲ εἰς σῖτα γυψίν οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει
24. le espanta, la ansiedad y la angustia le invaden, como un rey pronto al asalto.
24. ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων
25. ¡Alzaba él su mano contra Dios, se atrevía a retar a Sadday!
25. ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν
26. Embestía contra él, el cuello tenso, tras las macizas gibas de su escudo;
26. ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ
27. porque tenía el rostro cubierto de grasa, en sus ijadas había echado sebo,
27. ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων
28. y habitaba ciudades destruidas, casas inhabitadas que amenazaban convertirse en ruinas.
28. αὐλισθείη δὲ πόλεις ἐρήμους εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν ἄλλοι ἀποίσονται
29. No se enriquecerá, no será estable su fortuna, su sombra no cubrirá la tierra,
29. οὔτε μὴ πλουτισθῇ οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν
30. (ni escapará a las tinieblas). Agotará sus renuevos la llama, su flor será barrida por el viento.
30. οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος
31. No se fíe de su elevada talla, pues vanidad es su follaje.
31. μὴ πιστευέτω ὅτι ὑπομενεῖ κενὰ γὰρ ἀποβήσεται αὐτῷ
32. Se amustiará antes de tiempo, y sus ramas no reverdecerán.
32. ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ
33. Sacudirá como la viña sus agraces, como el olivo dejará caer su flor.
33. τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας
34. Sí, es estéril la ralea del impío, devora el fuego la tienda del soborno.
34. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν
35. Quien concibe dolor, desgracia engendra, su vientre incuba decepción»
35. ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας ἀποβήσεται δὲ αὐτῷ κενά ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον
