Mosaico decorativo

1. Job tomó la palabra y dijo:

1. ὑπολαβὼν δὲ Ιωβ λέγει

2. ¿Hasta cuándo afligiréis mi alma y a palabras me acribillaréis?

2. ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις

3. Ya me habéis insultado por diez veces, me habéis zarandeado sin reparo.

3. γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι

4. Aunque de hecho hubiese errado, en mí solo quedaría mi yerro.

4. ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος (4a) λαλῆσαι ῥῆμα ὃ οὐκ ἔδει τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ

5. Si es que aún queréis triunfar de mí y mi oprobio reprocharme,

5. ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει

6. sabed ya que es Dios quien me hace entuerto, y el que en su red me envuelve.

6. γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν

7. Si grito: ¡Violencia!, no obtengo respuesta; por más que apelo, no hay justicia.

7. ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμοῦ κρίμα

8. El ha vallado mi ruta para que yo no pase, ha cubierto mis senderos de tinieblas.

8. κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο

9. Me ha despojado de mi gloria, ha arrancado la corona de mi frente.

9. τὴν δὲ δόξαν ἀπ’ ἐμοῦ ἐξέδυσεν ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου

10. Por todas partes me mina y desaparezco, arranca como un árbol mi esperanza.

10. διέσπασέν με κύκλῳ καὶ ᾠχόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου

11. Enciende su ira contra mí, me considera su enemigo.

11. δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν

12. En masa sus huestes han llegado, su marcha de asalto han abierto contra mí, han puesto cerco a mi tienda.

12. ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ’ ἐμοὶ ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι

13. A mis hermanos ha alejado de mí, mis conocidos tratan de esquivarme.

13. ἀπ’ ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν

14. Parientes y deudos ya no tengo, los huéspedes de mi casa me olvidaron.

14. οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου

15. Por un extraño me tienen mis criadas, soy a sus ojos un desconocido.

15. γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν

16. Llamo a mi criado y no responde, aunque le implore con mi propia boca.

16. θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο

17. Mi aliento repele a mi mujer, fétido soy para los hijos de mi vientre.

17. καὶ ἱκέτευον τὴν γυναῖκά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου

18. Hasta los chiquillos me desprecian, si me levanto, me hacen burla.

18. οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ὅταν ἀναστῶ κατ’ ἐμοῦ λαλοῦσιν

19. Tienen horror de mí todos mis íntimos, los que yo más amaba se han vuelto contra mí.

19. ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι

20. Bajo mi piel mi carne cae podrida, mis huesos se desnudan como dientes.

20. ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται

21. ¡Piedad, piedad de mí, vosotros mis amigos, que es la mano de Dios la que me ha herido!

21. ἐλεήσατέ με ἐλεήσατέ με ὦ φίλοι χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν

22. ¿Por qué os cebáis en mí como hace Dios, y no os sentís ya ahítos de mi carne?

22. διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε

23. ¡Ojalá se escribieran mis palabras, ojalá en monumento se grabaran,

23. τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα

24. y con punzón de hierro y buril, para siempre en la roca se esculpieran!

24. ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι

25. Yo sé que mi Defensor está vivo, y que él, el último, se levantará sobre el polvo.

25. οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς

26. Tras mi despertar me alzará junto a él, y con mi propia carne veré a Dios.

26. ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη

27. Yo, sí, yo mismo le veré, mis ojos le mirarán, no ningún otro. ¡Dentro de mí languidecen mis entrañas!

27. ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ

28. Y si vosotros decís: «¿Cómo atraparle, qué pretexto hallaremos contra él?»,

28. εἰ δὲ καὶ ἐρεῖτε τί ἐροῦμεν ἔναντι αὐτοῦ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ

29. temed la espada por vosotros mismos, pues la ira se encenderá contra las culpas y sabréis que hay un juicio.

29. εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ’ ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη



Leia a Bíblia em um Ano

Junte-se a nossa comunidade e complete a leitura de toda a Bíblia em 365 dias. Um caminho estruturado e inspirador para aprofundar sua fé e conhecimento das Escrituras.