Job, 8
1. Bildad de Súaj tomó la palabra y dijo:
1. ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2. ¿Hasta cuándo estarás hablando de ese modo, y un gran viento serán las razones de tu boca?
2. μέχρι τίνος λαλήσεις ταῦτα πνεῦμα πολυρῆμον τοῦ στόματός σου
3. ¿Acaso Dios tuerce el derecho, Sadday pervierte la justicia?
3. μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον
4. Si tus hijos pecaron contra él, ya los dejó a merced de sus delitos.
4. εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν
5. Mas si tú a Dios recurres e imploras a Sadday,
5. σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος
6. si eres irreprochable y recto, desde ahora él velará sobre ti y restaurará tu morada de justicia.
6. εἰ καθαρὸς εἶ καὶ ἀληθινός δεήσεως ἐπακούσεταί σου ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης
7. Tu pasado parecerá insignificante el lado de tu espléndido futuro.
7. ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα τὰ δὲ ἔσχατά σου ἀμύθητα
8. Pregunta, si no, a la generación pasada, medita en la experiencia de sus padres.
8. ἐπερώτησον γὰρ γενεὰν πρώτην ἐξιχνίασον δὲ κατὰ γένος πατέρων
9. Nosotros de ayer somos y no sabemos nada, como una sombra nuestros días en la tierra.
9. χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος
10. Pero ellos te instruirán y te hablarán, y de su corazón sacarán estas máximas:
10. ἦ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα
11. «¿Brota acaso el papiro sin marismas? ¿Crece sin agua el junco?
11. μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου
12. Aún en su verdor, sin ser cortado, antes que toda otra hierba se marchita.
12. ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται
13. Tal es el fin de los que a Dios olvidan, así fenece la esperanza del impío.
13. οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται
14. Su confianza es un hilo solamente, su seguridad una tela de araña.
14. ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή
15. Se apoya en su morada, y no le aguanta, se agarra a ella y no resiste.
15. ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ οὐ μὴ στῇ ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ
16. Bien regado ante la faz del sol, por encima de su huerto salían sus renuevos.
16. ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται
17. Sobre un majano entrelazadas sus raíces, vivía en una casa de piedra.
17. ἐπὶ συναγωγὴν λίθων κοιμᾶται ἐν δὲ μέσῳ χαλίκων ζήσεται
18. Mas cuando se le arranca de su sitio, éste le niega: "¡No te he visto jamás!"
18. ἐὰν καταπίῃ ὁ τόπος ψεύσεται αὐτόν οὐχ ἑόρακας τοιαῦτα
19. Y vedle ya cómo se pudre en el camino, mientras que del suelo brotan otros.»
19. ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει
20. No, Dios no rechaza al íntegro, ni da la mano a los malvados.
20. ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται
21. La risa ha de llenar aún tu boca y tus labios el clamor de júbilo.
21. ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως
22. Tus enemigos serán cubiertos de vergüenza, y desaparecerá la tienda de los malos.
22. οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται
