Mosaico decorativo

Talált 11195 Eredmények: Ὡς

  • ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ’ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ (Números 2, 2)

  • καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ’ ἡγεμονίαν (Números 2, 17)

  • καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν (Números 2, 34)

  • ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων οἱ ἱερεῖς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν (Números 3, 3)

  • λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων τοῦ ἱερέως καὶ λειτουργήσουσιν αὐτῷ (Números 3, 6)

  • ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος (Números 3, 13)

  • καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν Ελεαζαρ ὁ υἱὸς Ααρων τοῦ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων (Números 3, 32)

  • καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι (Números 3, 43)

  • καὶ ἔλαβεν Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν (Números 3, 49)

  • ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτῶν πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου (Números 4, 3)

  • καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Κααθ αἴρειν καὶ οὐχ ἅψονται τῶν ἁγίων ἵνα μὴ ἀποθάνωσιν ταῦτα ἀροῦσιν οἱ υἱοὶ Κααθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου (Números 4, 15)

  • ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὸ ἔλαιον τοῦ φωτὸς καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ ἡ θυσία ἡ καθ’ ἡμέραν καὶ τὸ ἔλαιον τῆς χρίσεως ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ ἐν πᾶσι τοῖς ἔργοις (Números 4, 16)


"Agradeça sempre ao Pai eterno por sua infinita misericórdia". São Padre Pio de Pietrelcina