Talált 35140 Eredmények: Ὁ
ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός (Esdras 5, 6)
εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα (Esdras 5, 7)
καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ Νεεμιου Ζαραιου Ρησαιου Ενηνιος Μαρδοχαιου Βεελσαρου Ασφαρασου Βορολιου Ροϊμου Βαανα τῶν προηγουμένων αὐτῶν (Esdras 5, 8)
ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο (Esdras 5, 9)
υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ (Esdras 5, 10)
υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο (Esdras 5, 11)
υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε υἱοὶ Χορβε ἑπτακόσιοι πέντε υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ (Esdras 5, 12)
υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρεῖς υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο (Esdras 5, 13)
υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες (Esdras 5, 14)
υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο (Esdras 5, 15)
υἱοὶ Αννιας ἑκατὸν εἷς υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρεῖς υἱοὶ Αριφου ἑκατὸν δέκα δύο (Esdras 5, 16)
υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε υἱοὶ ἐκ Βαιθλωμων ἑκατὸν εἴκοσι τρεῖς (Esdras 5, 17)