Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν (Esdras 4, 21)

  • καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν οὐχὶ πονεῖτε καὶ μοχθεῖτε καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε (Esdras 4, 22)

  • καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς (Esdras 4, 23)

  • καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ τῇ ἐρωμένῃ ἀποφέρει (Esdras 4, 24)

  • καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα (Esdras 4, 25)

  • καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι’ αὐτάς (Esdras 4, 26)

  • καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας (Esdras 4, 27)

  • καὶ νῦν οὐ πιστεύετέ μοι οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ (Esdras 4, 28)

  • ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως (Esdras 4, 29)

  • καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ (Esdras 4, 30)

  • καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν καὶ ἐὰν προσγελάσῃ αὐτῷ γελᾷ ἐὰν δὲ πικρανθῇ ἐπ’ αὐτόν κολακεύει αὐτήν ὅπως διαλλαγῇ αὐτῷ (Esdras 4, 31)

  • ὦ ἄνδρες πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν (Esdras 4, 32)


"Quando o dia seguinte chegar, ele também será chamado de hoje. Tenha sempre muita confiança na Divina Providência." São Padre Pio de Pietrelcina