Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • νῦν μὴ ἀπατάτω ὑμᾶς Εζεκιας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα καὶ μὴ πιστεύετε αὐτῷ ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου (II Crônicas 32, 15)

  • καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ κύριον θεὸν καὶ ἐπὶ Εζεκιαν παῖδα αὐτοῦ (II Crônicas 32, 16)

  • καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ισραηλ καὶ εἶπεν περὶ αὐτοῦ λέγων ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο τοὺς λαοὺς αὐτῶν ἐκ χειρός μου οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Εζεκιου λαὸν αὐτοῦ ἐκ χειρός μου (II Crônicas 32, 17)

  • καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαϊστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ τοῦ τείχους τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι ὅπως προκαταλάβωνται τὴν πόλιν (II Crônicas 32, 18)

  • καὶ ἐλάλησεν ἐπὶ θεὸν Ιερουσαλημ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς ἔργα χειρῶν ἀνθρώπων (II Crônicas 32, 19)

  • καὶ προσηύξατο Εζεκιας ὁ βασιλεὺς καὶ Ησαιας υἱὸς Αμως ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν (II Crônicas 32, 20)

  • καὶ ἀπέστειλεν κύριος ἄγγελον καὶ ἐξέτριψεν πᾶν δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ασσουρ καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ καὶ ἦλθεν εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαίᾳ (II Crônicas 32, 21)

  • καὶ ἔσωσεν κύριος Εζεκιαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ ἐκ χειρὸς Σενναχηριμ βασιλέως Ασσουρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν (II Crônicas 32, 22)

  • καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ εἰς Ιερουσαλημ καὶ δόματα τῷ Εζεκια βασιλεῖ Ιουδα καὶ ὑπερήρθη κατ’ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα (II Crônicas 32, 23)

  • ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας ἕως θανάτου καὶ προσηύξατο πρὸς κύριον καὶ ἐπήκουσεν αὐτοῦ καὶ σημεῖον ἔδωκεν αὐτῷ (II Crônicas 32, 24)

  • καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἔδωκεν αὐτῷ ἀνταπέδωκεν Εζεκιας ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ καὶ ἐγένετο ἐπ’ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ (II Crônicas 32, 25)

  • καὶ ἐταπεινώθη Εζεκιας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οὐκ ἐπῆλθεν ἐπ’ αὐτοὺς ὀργὴ κυρίου ἐν ταῖς ἡμέραις Εζεκιου (II Crônicas 32, 26)


"Mesmo a menor transgressão às leis de Deus será levada em conta." São Padre Pio de Pietrelcina