Talált 35140 Eredmények: Ὁ
καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ ᾧ ἐλάλησεν πρὸς σὲ λέγων μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου (I Reis 13, 22)
καὶ ἐγένετο μετὰ τὸ φαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον καὶ ἐπέστρεψεν (I Reis 13, 23)
καὶ ἀπῆλθεν καὶ εὗρεν αὐτὸν λέων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ ὄνος εἱστήκει παρ’ αὐτό καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα (I Reis 13, 24)
καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου καὶ εἰσῆλθον καὶ ἐλάλησαν ἐν τῇ πόλει οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῇ (I Reis 13, 25)
καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ οὗτός ἐστιν ὃς παρεπίκρανε τὸ ῥῆμα κυρίου (I Reis 13, 26)
καὶ ἐπορεύθη καὶ εὗρεν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ οὐ συνέτριψεν τὸν ὄνον (I Reis 13, 28)
καὶ ἦρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης τοῦ θάψαι αὐτὸν (I Reis 13, 29)
ἐν τῷ τάφῳ ἑαυτοῦ καὶ ἐκόψαντο αὐτόν οὐαὶ ἀδελφέ (I Reis 13, 30)
καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ λέγων ἐὰν ἀποθάνω θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ θεοῦ τέθαπται ἐν αὐτῷ παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ (I Reis 13, 31)
ὅτι γινόμενον ἔσται τὸ ῥῆμα ὃ ἐλάλησεν ἐν λόγῳ κυρίου ἐπὶ τοῦ θυσιαστηρίου τοῦ ἐν Βαιθηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ (I Reis 13, 32)
καὶ μετὰ τὸ ῥῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τῆς κακίας αὐτοῦ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά (I Reis 13, 33)
καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ιεροβοαμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς (I Reis 13, 34)