Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • Αλιφαλεθ υἱὸς τοῦ Ασβίτου υἱὸς τοῦ Μααχατι Ελιαβ υἱὸς Αχιτοφελ τοῦ Γελωνίτου (II Samuel 23, 34)

  • Ασαραι ὁ Καρμήλιος Φαραϊ ὁ Ερχι (II Samuel 23, 35)

  • Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως υἱὸς Γαδδι (II Samuel 23, 36)

  • Ελιε ὁ Αμμανίτης Γελωραι ὁ Βηρωθαῖος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουιας (II Samuel 23, 37)

  • Ιρας ὁ Ιεθιραῖος Γαρηβ ὁ Ιεθιραῖος (II Samuel 23, 38)

  • Ουριας ὁ Χετταῖος πάντες τριάκοντα καὶ ἑπτά (II Samuel 23, 39)

  • καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα (II Samuel 24, 1)

  • καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ (II Samuel 24, 2)

  • καὶ εἶπεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ (II Samuel 24, 3)

  • καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ἐξῆλθεν Ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ (II Samuel 24, 4)

  • καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γαδ καὶ Ελιεζερ (II Samuel 24, 5)

  • καὶ ἦλθον εἰς τὴν Γαλααδ καὶ εἰς γῆν Θαβασων ἥ ἐστιν Αδασαι καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα (II Samuel 24, 6)


"Combata vigorosamente, se está interessado em obter o prêmio destinado às almas fortes." São Padre Pio de Pietrelcina