Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ Αιναν (Números 7, 83)

  • οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ τρυβλία ἀργυρᾶ δώδεκα φιάλαι ἀργυραῖ δώδεκα θυίσκαι χρυσαῖ δώδεκα (Números 7, 84)

  • τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ (Números 7, 85)

  • θυίσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ (Números 7, 86)

  • πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας (Números 7, 87)

  • πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν (Números 7, 88)

  • ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν (Números 7, 89)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 8, 1)

  • λάλησον τῷ Ααρων καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι (Números 8, 2)

  • καὶ ἐποίησεν οὕτως Ααρων ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Números 8, 3)

  • καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας στερεὰ χρυσῆ ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς στερεὰ ὅλη κατὰ τὸ εἶδος ὃ ἔδειξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησεν τὴν λυχνίαν (Números 8, 4)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 8, 5)


"Reflita no que escreve, pois o Senhor vai lhe pedir contas disso." São Padre Pio de Pietrelcina